Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.137.4 | Hdt. 6.138.4 (English) | >>Hdt. 6.139.4 |
6.138.2 ὡς δὲ τέκνων αὗται αἱ γυναῖκες ὑπεπλήσθησαν , γλῶσσάν τε τὴν Ἀττικὴν καὶ τρόπους τοὺς Ἀθηναίων ἐδίδασκον τοὺς παῖδας . οἱ δὲ οὔτε συμμίσγεσθαι τοῖσι ἐκ τῶν Πελασγίδων γυναικῶν παισὶ ἤθελον , εἴ τε τύπτοιτό τις αὐτῶν τινός , ἐβοήθεόν τε πάντες καὶ ἐτιμώρεον ἀλλήλοισι · καὶ δὴ καὶ ἄρχειν τε τῶν παίδων οἱ παῖδες ἐδικαίευν καὶ πολλῷ ἐπεκράτεον .
6.138.3 μαθόντες δὲ ταῦτα οἱ Πελασγοὶ ἑωυτοῖσι λόγους ἐδίδοσαν · καί σφι βουλευομένοισι δεινόν τι ἐσέδυνε , εἰ δὴ διαγινώσκοιεν σφίσι τε βοηθέειν οἱ παῖδες πρὸς τῶν κουριδιέων γυναικῶν τοὺς παῖδας καὶ τούτων αὐτίκα ἄρχειν πειρῴατο , τί δὴ ἀνδρωθέντες δῆθεν ποιήσουσι .
6.138.4 ἐνθαῦτα ἔδοξέ σφι κτείνειν τοὺς παῖδας τοὺς ἐκ τῶν Ἀττικέων γυναικῶν . ποιεῦσι δὴ ταῦτα , προσαπολλύουσι δὲ σφέων καὶ τὰς μητέρας . ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ τοῦ προτέρου τούτων , τὸ ἐργάσαντο αἱ γυναῖκες τοὺς ἅμα Θόαντι ἄνδρας σφετέρους ἀποκτείνασαι , νενόμισται ἀνὰ τὴν Ἑλλάδα τὰ σχέτλια ἔργα πάντα Λήμνια καλέεσθαι .
ch. 139
6.139.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.137.4 | Hdt. 6.138.4 (English) | >>Hdt. 6.139.4 |